Book 6
16.142
ἔστιν δ’ οὖν καταπεπαυκέναι τὸ τὴν τάξιν τῶν γενομένων εἰς πάντα χρόνον ἀπαραβάτως φυλάσσεσθαι τεταχέναι καὶ τῆς παλαιᾶς ἀταξίας ἕκαστον τῶν κτισμάτων καταπεπαυκέναι· αἱ μὲν γὰρ κατὰ τὰς διαφόρους ἡμέρας δημιουργίαι ἀκολουθίᾳ μεγίστῃ παρειλήφεισαν ὡς ἂν ἐκ τοῦ προγενεστέρου τὴν τιμήν, τάξιν ἑξόντων ἁπάντων τῶν γενομένων, ἅμα νοήματι κτισθέντων, ἀλλ’ οὐκ ἐπ’ ἴσης ὄντων τιμίων· οὐδ’ ἄν φωνῇ δεδήλωτο ἡ ἑκάστου γένεσις ἀθρόως πεοιῆσθαι λεχθείσης τῆς δημιουργίας· ἐχρῆν γάρ τι καὶ πρῶτον ὀνομάσαι. διὰ τοῦτο ἄρα προεφητεύθη πρῶτα, ἐξ ὧν τὰ δεύτερα, πάντων ὁμοῦ ἐκ μιᾶς οὐσίας μιᾷ δυνάμει γενομένων· ἓν γάρ, οἶμαι, τὸ βούλημα τοῦ θεοῦ ἐν μιᾷ ταὐτότητι. πῶς δ’ ἂν ἐν χρόνῳ γένοιτο κτίσις, συγγενομένου τοῖς οὖσι καὶ τοῦ χρόνου;
16.142
Ἤδη δὲ καὶ ἐν ἑβδομάσι πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων.