Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

16.138 ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν ἑτοιμάζουσα τὴν ἀρχέγονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα κληρονομεῖται. ἐκ ταύτης τῆς ἡμέρας ἡ πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἐλλάμπεται· τὸ γὰρ φῶς τῆς ἀληθείας φῶς ἀληθές, ἄσκιον, ἀμερῶς μεριζόμενον πνεῦμα κυρίου εἰς τοὺς διὰ πίστεως ἡγιασμένους, λαμπτῆρος ἐπέχον τάξιν εἰς τὴν τῶν ὄντων ἐπίγνωσιν. ἀκολουθοῦντες οὖν αὐτῷ δἰ ὅλου τοῦ βίου ἀπαθεῖς καθιστάμεθα, τὸ δέ ἐστιν ἀναπαύσασθαι. διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ’ οὐσίαν λέγω) θείων καὶ ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι διδάσκει. ἐνταῦθα γενομένους ἐν παρέργῳ καὶ ταῦτα ὑπομνηστέον, ἐπεὶ περὶ ἑβδομάδος καὶ ὀγδοάδος ὁ λόγος παρεισῆλθε· κινδυνεύει γὰρ ἡ μὲν ὀγδοὰς ἑβδομὰς εἶναι κυρίως, ἑξὰς δὲ ἡ ἑβδομὰς κατά γε τὸ ἐμφανές, καὶ ἣ μὲν κυρίως εἶναι σάββατον, ἐργάτις δὲ ἡ ἑβδομάς· ἥ τε γὰρ κοσμογονία ἐν ἓξ περαιοῦται ἡμέραις, ἥ τε ἀπὸ τροπῶν ἐπὶ τροπὰς κίνησις τοῦ ἡλίου ἐν ἓξ συντελεῖται μησί, καθ’ ἣν πῇ μὲν φυλλορροεῖ, πῇ δὲ βλαστάνει τὰ φυτὰ καὶ αἱ τῶν σπερμάτων γίνονται τελειώσεις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme