Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 6

16.133 Ὑπόδειγμα δ’ ἡμῖν κατὰ παραδρομὴν ἐκκείσθω εἰς σαφήνειαν γνωστικὴν ἡ δεκάλογος. καὶ ὅτι μὲν ἱερὰ ἡ δεκάς, παρέλκει λέγειν τὰ νῦν. εἰ δὲ αἱ πλάκες αἱ γεγραμμέναι ἔργον θεοῦ, φυσικὴν ἐμφαίνουσαι δημιουργίαν εὑρεθήσονται· δάκτυλος γὰρ θεοῦ δύναμις νοεῖται θεοῦ, δἰ ἧς ἡ κτίσις τελειοῦται οὐρανοῦ καὶ γῆς, ὧν ἀμφοῖν αἱ πλάκες νοηθήσονται σύμβολα. θεοῦ μὲν γὰρ γραφὴ καὶ εἰδοποιία ἐναποκειμένη τῇ πλακὶ δημιουργία τοῦ κόσμου τυγχάνει. ἡ δεκάλογος δὲ κατὰ μὲν οὐράνιον εἰκόνα περιέχει ἥλιον καὶ σελήνην, ἄστρα, νέφη, φῶς, πνεῦμα, ὕδωρ, ἀέρα, σκότος, πῦρ. αὕτη φυσικὴ δεκάλογος οὐρανοῦ. ἡ δὲ τῆς γῆς εἰκὼν περιέχει ἀνθρώπους, κτήνη, ἑρπετά, θηρία καὶ τῶν ἐνύδρων ἰχθύας καὶ κήτη, τῶν τε αὖ πτηνῶν ὁμοίως τά τε σαρκοβόρα καὶ τὰ ἡμέρῳ χρώμενα τροφῇ, φυτῶν τε ὡσαύτως τὰ καρποφόρα καὶ ἄκαρπα. αὕτη φυσικὴ δεκάλογος γῆς. καὶ ἡ κιβωτὸς δὲ ἡ ταῦτα περιειληφυῖα ἡ τῶν θείων τε καὶ ἀνθρωπίνων γνῶσις εἴη ἂν καὶ σοφία. τάχα δ’ ἃν εἶεν αἱ δύο πλάκες αὗται δισσῶν προφητεία διαθηκῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme