Book 5
5.27
Παραινεῖ γοῦν ὁ Σάμιος χελιδόνα ἐν οἰκίᾳ μὴ ἔχειν, τουτέστι λάλον καὶ ψιθυρὸν καὶ πρόγλωσσον ἄνθρωπον, μὴ δυνάμενον στέγειν ὧν ἂν μετάσχῃ, μὴ δέχεσθαι. χελιδὼν γὰρ καὶ τρυγών, ἀγροῦ στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, φησὶν ἡ γραφή, καὶ οὐ χρή ποτε φλυαρίᾳ συνοικεῖν. ναὶ μὴν γογγύζουσα ἡ τρυγὼν μέμψεως καταλαλιὰν ἀχάριστον ἐμφαίνουσα εἰκότως ἐξοικίζεται· ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. ἡ χελιδὼν δέ, ᾗ τὸν μῦθον αἰνίττεται τὸν Πανδίονος, ἀφοσιοῦσθαι ἀξία διὰ τὰ ἐπ’ ἐκείνῃ θρυλούμενα πάθη, ἐξ ὧν τὸν Τηρέα τὰ μὲν παθεῖν, τὰ δὲ καὶ δρᾶσαι παρειλήφαμεν. διώκει δὲ ἄρα καὶ τέττιγας τοὺς μουσικούς, ὅθεν ἀπωθεῖσθαι δίκαιος ὁ διώκτης τοῦ λόγου. ναὶ τὰν Ὄλυμπον καταδερκομέναν σκηπτοῦχον Ἥραν ἔστι μοι πιστὸν ταμιεῖον ἐπὶ γλώσσας, ἡ ποιητική φησιν. ὅ τε Αἰσχύλος· ἀλλ’ ἔστι κἀμοὶ κλεὶς ἐπὶ γλώσσῃ φύλαξ.
5.27
Πάλιν ὁ Πυθαγόρας τῆς χύτρας ἀρθείσης ἀπὸ τοῦ πυρὸς τὸν ἐν τῇ σποδῷ τύπον μὴ ἀπολιπεῖν, ἀλλὰ συγχεῖν προσέταττεν καὶ ταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα· οὐ γὰρ τὸν τῦφον ἀφανίζειν μόνον δεῖν ᾐνίττετο, ἀλλὰ μηδὲ ὀργῆς ἴχνος ἀπολιπεῖν, ἐπὰν δὲ ἀναζέσασα παύσηται, καθίστασθαι αὐτὴν καὶ πᾶσαν ἀπαλείφειν μνησικακίαν. ἥλιος δὲ ὑμῖν τῇ ὀργῇ, φησὶν ἡ γραφή, μὴ ἐπιδυέτω· καὶ ὁ εἰπὼν οὐκ ἐπιθυμήσεις πᾶσαν ἀφεῖλεν μνησικακίαν· θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ’ ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.