Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 5

13.136 αὖθίς τε ὁ αὐτός· καὶ εἶπαν· μηδαμῶς, κύριε· μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου. Μαλαχίας δὲ ὁ προφήτης ἄντικρυς ἐμφαίνει τὸν θεὸν λέγοντα· θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυσία μοι προσφέρεται. καὶ πάλιν· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν. ποῖον ὄνομα; ἐν μὲν τοῖς πεπιστευκόσιν ὁ υἱὸς πατέρα μηνύων, ἐν δὲ τοῖς Ἕλλησι τὸ θεὸς ποιητής. τό τε αὐτεξούσιον ὁ Πλάτων ἐνδείκνυται διὰ τῶνδε· ἀρετὴ δὲ ἀδέσποτον, ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον ἕκαστος αὐτῆς μεθέξει. αἰτία ἑλομένου· θεὸς ἀναίτιος. κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος. Ὦ Τρῶες ἀρηίφιλοι, ὁ λυρικός φησι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων· ἀλλ’ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποισι Δίκαν ὁσίαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς θέμιδος· ὀλβίων παῖδες οἵ νιν εὑρόντες σύνοικον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme