Book 5
13.133
Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον, οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος, Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα τὸν ὄντα πάντων, φησί, πατέρα τοῦτον διὰ τέλους τίμα μόνον, ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν. τοῦτο δέ, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι. καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, ἐστὲ μὲν δὴ πάντες ἀδελφοί λέγων, οἱ δὲ τοῦ χρυσοῦ γένους κρίνειν ἀκριβέστατα καὶ πάντῃ.