Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 5

13.129 καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρός τε ὁ μελοποιὸς οἷον ἐκβακχεύεται, ἄντικρυς εἰπών· τί θεός; ὅ τι τὸ πᾶν. καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν; ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχει. τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ’ ἀπὸ ματρὸς ἔφυ, ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἀλλὰ καὶ Ἡσίοδος δἰ ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δ’ οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάντῃ δ’ ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.
13.130 Πάλιν, τοῦ Μωυσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος, ποιητής τις οὐκ ἄσημος γράφει· οὐδέ ποτ’ ἦμαρ παύσονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας. ἔτι Ὅμηρος μέν, εἰπὼν αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, δίκαιον τὸν θεὸν μηνύει· Μένανδρος δὲ ὁ κωμικός, ἀγαθὸν ἑρμηνεύων τὸν θεόν, φησίν· ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν. εἶτα ἐπιφέρει· ἅπαντα δ’ ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme