Book 5
13.127
Τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει· ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ’ ἔργα ἐπ’ ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα. πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο πάντοθεν ἐκτέτακεν, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν. ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· ὁ κύριος σώσει πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νεοσσιάν· κύριος ὁ ποιήσας τὴν γῆν ἐν ἰσχύι τῇ αὑτοῦ, ὥς φησιν Ἱερεμίας, καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. ἔτι πρὸς τοῖσδε Φωκυλίδης τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν· ἀλλ’ ἄρα δαίμονές εἰσιν ἐπ’ ἀνδράσιν ἄλλοτε ἄλλοι· οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι.
13.128
καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρείαν ἐκκόπτει διὰ τούτων· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχεν ἑκάστῳ, προσαγορεύεται τύχη. Σοφοκλῆς δὲ ὁ τραγῳδοποιὸς οὐδὲ θεοῖς, λέγει, αὐθαίρετα πάντα πέλονται, νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν. ὅ τε Ὀρφεύς· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸν αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα,