Book 5
13.126
εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν· ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ. διὰ μὲν τοῦ μητροπάτωρ οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, δέδωκεν δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηὲ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν, καὶ τὴν διὰ Μωυσέως· ἴδετε· ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι· καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου. αὐτὸς δὲ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα κατὰ τὸν Ὀρφέα.