Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 5

13.124 εἶτα οἷον παραφράζων τὸ ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου ἐπιφέρει· αὐτὸς δ’ αὖ μέγαν αὖτις ἐπ’ οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ, γαίη δ’ ὑπὸ ποσσὶ βέβηκεν. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν ὠκεανοῖο ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ τε γυῖα ἐν νόῳ. ἐξ ὑπάτου κραίνει, καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκεν πάντα ἐκεῖνα τὰ προφητικά· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός·
13.125 καὶ τὰ διὰ Ἡσαΐου τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδ’ Ἀίδου, πόντου γαίης τε τύραννε, ὅς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο· δαίμονες ὃν φρίσσουσιν, θεῶν δὲ δέδοικεν ὅμιλος· ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται· ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα· σὴ μὲν ἐν ἄστροις τάξις, ἀναλλάκτοισιν ἐφημοσύναιςι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισιν· σὸς χειμὼν ψυχραῖσιν ἐπερχόμενος νεφέλαισιν· σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme