Book 5
13.120
Καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. ἔτι σοῦ λαλοῦντος, φησὶν ἡ γραφή, ἐρῶ· ἰδοὺ πάρειμι.