Book 5
13.118
Ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ καὶ ἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δὲ ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς· εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἶτα, εἰ
13.118
ἔστιν ἀνθρώπῳ λογισμός, ἔστι καὶ θεῖος λόγος· ὃ μὲν ἐν ἀνθρώπῳ πέφυκεν περὶ βίου καταστροφάς· ὃ δέ γε τᾶς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αἰεὶ αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον· οὐ γὰρ ἄνθρωπος τέχναν εὗρεν· ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπό γε τοῦ θείου λόγου.
13.119
Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος τί μοι πλῆθος τῶν θυσιῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι καὶ μετ’ ὀλίγα ἐπάγοντος λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, ἢ δἰ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, Πάμφίλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν· ἢ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις καὶ οὐχὶ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησίν.