Book 5
13.115
Ἀλλ’ ἄντικρυς καὶ μίαν ἀρχὴν καὶ παρ’ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ’ ἐκείνα, ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. ἐρρύη γὰρ ἐκεῖθεν δόξα ἡ ἀληθής· ἄκουε, φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστιν, καὶ αὐτῷ μόνῳ λατρεύσεις. οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα.
13.116
Ἤδη δὲ καὶ Ὅμηρος φαίνεται πατέρα καὶ υἱὸν διὰ τούτων, ὡς ἔτυχεν μαντείας εὐστόχου, λέγων· εἰ μὲν δὴ οὔτις σε βιάζεται οἶον ἐόντα, νοῦσον δ’ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν. καὶ πρὸ τούτου Ὀρφεὺς κατὰ τοῦ προκειμένου φερόμενος εἴρηκεν· υἱὲ Διὸς μεγάλοιο, πάτερ Διὸς αἰγιόχοιο. Ξενοκράτης δὲ ὁ Καλχηδόνιος, τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, Ὅμηρος γιγνώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ’ οὕτως αἰδεῖται Ἐπίκουρος.
13.117
φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ’ ὅλως τῷ σώματι δεδήλωκεν. τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; φησὶν ἡ γραφή. μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; καὶ τὰ ἐπὶ τούτοις.