Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

19.121 καὶ τὰ ἑξῆς. ᾄδουσι δὲ οἱ λοιποὶ τῶν ποιητῶν τὴν Ἀταλάντης ἐν θήρᾳ ὠκύτητα καὶ τὴν Ἀντικλείας φιλοστοργίαν καὶ τὴν Ἀλκήστιδος φιλανδρίαν καὶ τὴν Μακαρίας καὶ τῶν Ὑακινθίδων εὐψυχίαν. τί δέ; οὐχὶ Θεανὼ μὲν ἡ Πυθαγορικὴ εἰς τοσοῦτον ἧκεν φιλοσοφίας ὡς πρὸς τὸν περιέργως ἀπιδόντα καὶ εἰπόντα καλὸς πῆχυς ἀλλ’ οὐ δημόσιος ἀποκρίνασθαι. τῆς αὐτῆς φέρεται σεμνότητος κἀκεῖνο τὸ ἀπόφθεγμα· ἐρωτηθεῖσα γάρ, ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ θεσμοφόριον κάτεισιν, ἀπὸ μὲν· ἰδίου καὶ παραχρῆμα ἔφη, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδεπώποτε. ναὶ μὴν καὶ Θεμιστὼ ἡ Ζωΐλου ἡ Λαμψακηνὴ ἡ Λεοντέως γυνὴ τοῦ Λαμψακηνοῦ τὰ Ἐπικούρεια ἐφιλοσόφει καθάπερ Μυῖα ἡ Θεανοῦς θυγάτηρ τὰ Πυθαγόρεια καὶ Ἀριγνώτη ἡ τὰ περὶ Διονύσου γραψαμένη· αἱ γὰρ Διοδώρου τοῦ Κρόνου ἐπικληθέντος θυγατέρες πᾶσαι διαλεκτικαὶ γεγόνασιν, ὥς φησι Φίλων ὁ διαλεκτικὸς ἐν τῷ Μενεξένῳ, ὧν τὰ ὀνόματα παρατίθεται τάδε· Μενεξένη, Ἀργεία, Θεογνίς, Ἀρτεμισία, Παντάκλεια. μέμνημαι καὶ Κυνικῆς τινος, Ἱππαρχία δὲ ἐκαλεῖτο, ἡ Μαρωνῖτις, ἡ Κράτητος γυνή, ἐφ’ ᾗ καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme