Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

19.118 Ταύτης τοι τῆς τελειότητος ἔξεστιν ἐπ’ ἴσης μὲν ἀνδρί. ἐπ’ ἴσης δὲ καὶ γυναικὶ μεταλαβεῖν. αὐτίκα οὐχ ὁ Μωυσῆς μόνος. ἀκούσας παρὰ τοῦ θεοῦ· λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων· ἑώρακα τὸν λαὸν τοῦτον, καὶ ἰδού ἐστι σκληροτράχηλος· ἔασόν με ἐξολοθρεῦσαι αὐτούς, καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ θαυμαστὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο ἀποκρίνεται δεόμενος μὴ τὸ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν κοινὴν σωτηρίαν· μηδαμῶς, κύριε, ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ, ἢ κἀμὲ ἐξάλειψον ἐκ βίβλου ζώντων. ὅση τελειότης τοῦ συναποθανεῖν ἐθελήσαντος τῷ λαῷ ἢ σῴζεσθαι μόνος. ἀλλὰ καὶ Ἰουδὶθ ἡ ἐν γυναιξὶ τελειωθεῖσα ἐν συγκλεισμῷ τῆς πόλεως γενομένης δεηθεῖσα τῶν πρεσβυτέρων εἰς μὲν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἐξέρχεται, τοῦ παντὸς καταφρονήσασα κινδύνου, ὑπὲρ τῆς πατρίδος ἑαυτὴν ἐπιδοῦσα τοῖς πολεμίοις ἐν πίστει θεοῦ· λαμβάνει δ’ εὐθὺς τἀπίχειρα τῆς πίστεως ἀριστεύσασα γυνὴ κατὰ τοῦ πολεμίου τῆς πίστεως, κυρία τῆς Ὁλοφέρνου γενομένη κεφαλῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme