Book 4
18.116
Ὀνειρώττει μὲν οὖν τις συγκαταθεμένης τῇ φαντασίᾳ τῆς ψυχῆς, ὕπαρ δὲ ὀνειρώττει ὁ πρὸς ἐπιθυμίαν βλέπων, οὐ μόνον ὡς ἐκεῖνος ἔλεγεν ὁ δῆθεν γνωστικός, ἐὰν ἅμα τῇ ὄψει τῆς γυναικὸς συλλάβῃ κατ’ ἔννοιαν τὴν ὁμιλίαν (τοῦτο γὰρ ἤδη ἔργον ἐστὶν ἐπιθυμίας ὡς ἐπιθυμίας), ἀλλ’ ἐὰν εἰς κάλλος σώματος βλέψῃ τις, ὁ λόγος φησί, καὶ αὐτῷ ἡ σὰρξ εἶναι κατ’ ἐπιθυμίαν δόξῃ καλή, σαρκικῶς ἰδὼν καὶ ἁμαρτητικῶς δἰ οὗ τεθαύμακεν κρίνεται· ἔμπαλιν γὰρ ὁ δἰ ἀγάπην τὴν ἁγνὴν προσβλέπων τὸ κάλλος οὐ τὴν σάρκα ἡγεῖται, ἀλλὰ τὴν ψυχὴν καλήν, τὸ σῶμα, οἶμαι, ὡς ἀνδριάντα θαυμάσας, δἰ οὗ κάλλους ἐπὶ τὸν τεχνίτην καὶ τὸ ὄντως καλὸν αὐτὸς αὑτὸν παραπέμπει, σύμβολον ἅγιον τὸν χαρακτῆρα τῆς δικαιοσύνης τὸν φωτεινὸν ἐπιδεικνύμενος τοῖς ἐφεστῶσι τῇ ἀνόδῳ ἀγγέλοις, τὸ χρῖσμα τῆς εὐαρεστήσεως λέγω, τὴν ποιότητα τῆς διαθέσεως τὴν ἐπικειμένην τῇ ψυχῇ κατ’ ἐπιχώρησιν τοῦ ἁγίου πνεύματος γεγανωμένῃ.