Book 4
18.112
εἴπερ οὖν καὶ μισθῷ προσδοκωμένῳ ἐπικροτῶν τὰ χείλη εἰς μαρτυρίαν κυρίου ὁμολογήσω κύριον, κοινός εἰμι ἄνθρωπος, ἠχῶν τὸν κύριον, οὐ γινώσκων. ἔστι γὰρ καὶ ὁ λαὸς ὁ τοῖς χείλεσιν ἀγαπῶν, ἔστι καὶ ἄλλος ὁ παραδιδοὺς τὸ σῶμα, ἵνα καυθήσεται. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, φησίν, οὐ κατὰ τὸν τῆς κοινωνίας τῆς ἀγαπητικῆς λόγον, ἀλλὰ κατὰ τὸν τῆς ἀνταποδόσεως ἢ παρὰ τοῦ εὐεργετουμένου ἀνθρώπου ἢ παρὰ τοῦ ἐπηγγελμένου κυρίου· κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι καὶ τὰ ἐπισκοτοῦντα ἀποβαλεῖν πάθη, μὴ δἰ ἀγάπην δὲ πιστωθῶ τῷ κυρίῳ, οὐθέν εἰμι. ὡς πρὸς σύγκρισιν τοῦ γνωστικῶς μαρτυροῦντος, εἰς πλῆθος καὶ τὸ μηδὲν διαφέρον λογιζόμενος. αἱ γενεαὶ δὲ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθον· ἀλλ’ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσι χώραν εὐσεβῶν· οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ.