Book 4
17.107
ναὶ μὴν καὶ Δαβίδ, ἐφ’ οὗ μαρτυρῶν ὁ κύριος λέγει· >εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ τὸν τοῦ Ἰεσσαί· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν·‹ ἀλλὰ καὶ αὐτὸς λέγει πρὸς τὸν θέον· ›ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με· ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.‹ ἔπειτα τὴν οὐχ ὑποπίπτουσαν νόμῳ αἰνιττόμενος ἁμαρτίαν γνωστικῶς μετριοπαθῶν ἐπιφέρει· ›σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.‹ λέγει γάρ που ἡ γραφή· ›πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμεῖα τῆς γαστρός‹ καὶ ὅσῳ τις δικαιοπραγῶν γνωστικώτερος γίνεται, προσεχέστερον τούτῳ τὸ πνεῦμα τὸ φωτεινόν. οὕτως ἐγγίζει τοῖς δικαίοις ὁ κύριος καὶ οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν καὶ τῶν διαλογισμῶν ὧν ποιούμεθα· τὸν κύριον Ἰησοῦν λέγω, τὸν τῷ παντοκρατορικῷ θελήματι ἐπίσκοπον τῆς καρδίας ἡμῶν· οὗ τὸ αἷμα ὑπὲρ ἡμῶν ἡγιάσθη.