Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

16.104 εἶτα ἐπάγει, κάθαρσιν ἔνδοξον τὸ μαρτύριον διδάσκουσα· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ θεὸς ἐπείρασεν αὐτούς, τουτέστιν εἰς δοκίμιον καὶ δυσωπίαν τοῦ πειράζοντος εἴασεν αὐτοὺς πειρασθῆναι, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ, υἱοὺς κληθῆναι δηλονότι· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. κρινοῦσιν ἔθην καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme