Book 4
14.95
Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δ’ αὖ φησιν· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ· ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ’ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δἰ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ. οὐχ οἷόν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῖς τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· μή ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ τῆς ἀρχῆς τοῦ διαβόλου.
14.96
πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, ὁ κατ’ ἐπιφορὰν τῶν διωκόντων, οὔτε ζωή, ἡ κατὰ τὸν βίον τοῦτον, οὔτε ἄγγελοι, οἱ ἀποστάται, οὔτε ἀρχαί (ἀρχὴ δὲ τῷ Σατανᾷ ὁ βίος ὃν εἵλετο· τοιαῦται γὰρ αἱ κατ’ αὐτὸν ἀρχαί τε καὶ ἐξουσίαι τοῦ σκότους. οὔτε τὰ ἐνεστῶτα, ἐν οἷς ἐσμεν κατὰ τὸν τοῦ βίου χρόνον, ὡς τοῦ μὲν στρατιώτου ἡ ἐλπίς, τοῦ ἐμπόρου δὲ τὸ κέρδος, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα κατ’ ἐνέργειαν τὴν οἰκείαν ἀνθρώπῳ ἀντιπράττειν τῇ πίστει τοῦ προαιρουμένῳ (κτίσις δὲ συνωνύμως καὶ ἐνέργεια λέγεται ἔργον ἡμέτερον οὖσα)· ἡ τοιάδε ἐνέργεια οὐ δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἔχεις συγκεφαλαίωσιν γνωστικοῦ μάρτυρος.