Book 4
8.66
εἰκὼν δὲ τῆς οὐρανίου ἐκκλησίας ἡ ἐπίγειος, ὅπερ εὐχόμεθα καὶ ἐπὶ γῆς γενέσθαι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ· ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν, οὕτως καὶ ἡμεῖς. ἐπὶ πᾶσι δὲ τούτοις ἡ ἀγάπη, ὅ ἐστι σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. οὐδὲν γὰρ κωλύει πολλάκις τὴν αὐτὴν παρατίθεσθαι γραφὴν εἰς ἐντροπὴν Μαρκίωνος, ἤν πως μεταβάληται πεισθείς, εὐχάριστον δεῖν μαθὼν τὸν πιστὸν εἶναι τῷ δημιουργῷ θεῷ τῷ καλέσαντι ἡμᾶς καὶ εὐαγγελισαμένῳ ἐν σώματι.
8.67
Σαφῶς ἡμῖν ἐκ τούτων ἡ ἐκ πίστεως ἑνότης καὶ τίς ὁ τέλειος δέδεικται, ὥστε καὶ ἀκόντων τινῶν καὶ τὰ πλεῖστα ἐνισταμένων, κἂν κολάσεις ἐπαρτῶνται πρὸς τοῦ ἀνδρὸς ἢ πρὸς τοῦ δεσπότου, φιλοσοφήσει ὅ τε οἰκέτης ἥ τε γυνή. ναὶ μὴν καὶ ἐλεύθερος, κἂν πρὸς τυράννου θάνατος ἀπειλῆται τούτῳ, κἂν ἐπὶ δικαστήρια ἄγηται καὶ εἰς κινδύνους ἐσχάτους περιέλκηται περί τε τῆς κτήσεως ἁπάσης κινδυνεύσῃ, οὐκ ἀφέξεται τῆς θεοσεβείας οὐδ’ ὁπωστιοῦν· οὐδὲ ἀπαυδήσει ποτὲ ἡ μὲν γυνὴ φαύλῳ συνοικοῦσα ἀνδρί, ὁ δὲ υἱὸς ἐὰν φαῦλον ἔχῃ πατέρα ἢ πονηρὸν δεσπότην ὁ οἰκέτης, τῆς ἀρετῆς ἐχόμενοι γενναίως· ἀλλ’ ὡς ἀνδρὶ ἀποθνῄσκειν καλὸν ὑπέρ τε ἀρετῆς ὑπέρ τε ἐλευθερίας ὑπέρ τε ἑαυτοῦ, ὡσαύτως καὶ γυναικί· οὐ γὰρ τῆς τῶν ἀρρένων φύσεως τοῦτο ἴδιον, ἀλλὰ τῆς τῶν ἀγαθῶν.