Book 4
6.34
λέγει δὲ ταῦτα καὶ τοῖς θέλουσι διὰ τὴν δικαιοσύνην πτωχεῦσαι· ἀκηκόασι γὰρ διὰ τῆς ἐντολῆς, ὅτι πλατεῖα καὶ εὐρύχωρος ὁδὸς ἀπάγει εἰς τὴν ἀπώλειαν καὶ πολλοὶ οἱ διερχόμενοι δἰ αὐτῆς· οὐ περὶ ἄλλου τινός, ἀλλὰ περὶ ἀσωτίας καὶ φιλογυνίας, φιλοδοξίας, φιλαρχίας καὶ τῶν ὁμοίων διαλέγεται παθῶν· ἄφρον, γὰρ οὕτως ἔφη, ὅτι τῇ νυκτὶ ταύτῃ ἀπαιτοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας αὐτῇ, τίνι γένηται; καὶ τὰ μὲν τῆς ἐντολῆς ὧδε ἔχει κατὰ λέξιν· φυλάσσεσθε τοίνυν ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ τὰ ὑπάρχοντά ἐστιν ἡ ζωὴ αὐτοῦ. τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; διὰ τοῦτο λέγω· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί περιβάλητε· ἡ γὰρ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. καὶ πάλιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἀπάντων· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τὴν δικαιοσύνην, ταῦτα γὰρ μεγάλα, τὰ δὲ μικρὰ καὶ περὶ τὸν βίον, ταῦτα προστεθήσεται ὑμῖν.