Book 4
6.29
ὑπάρχοντα δέ φασί τινες αὐτὸν εἰρηκέναι τὰ ἐν τῇ ψυχῇ ἀλλότρια, καὶ πῶς τοῖς πτωχοῖς ταῦτα διανέμεται, οὐκ ἔχουσιν εἰπεῖν· ἀλλ’ ὁ θεὸςγὰρ πάντα πᾶσι μερίζει κατ’ ἀξίαν δικαίας οὔσης τῆς οἰκονομίας· καταφρονήσας οὖν, φησί, τῶν ὑπαρχόντων, ἃ ὁ θεὸς μερίζει, διὰ τῆς σῆς μεγαλειότητος, ἕπου τοῖς ὑπ’ ἐμοῦ λεγομένοις, σπεύδων πρὸς τὴν τοῦ πνεύματος ἄνοδον, οὐκ ἀποχῇ κακῶν μόνον δικαιωθείς, πρὸς δὲ καὶ τῇ κυριακῇ τελειωθεὶς εὐποιίᾳ. αὐτίκα τὸν καυχώμενον τελείως τὰ ἐκ τοῦ νόμου προστάγματα πεπληρωκέναι διήλεγχε μὴ τὸν πλησίον ἀγαπήσαντα· εὐεργεσίαν δὲ ἀγάπη ἐπαγγέλλεται ἡ κυριεύουσα τοῦ σαββάτου κατ’ ἐπανάβασιν γνωστικήν. δεῖν δ’ οἶμαι μήτε διὰ φόβον κολάσεως μήτε διά τινας ἐπαγγελίας δόσεως, δἰ αὐτὸ δὲ τὸ ἀγαθὸν προσεληλυθέναι τῷ σωτηρίῳ λόγῳ.