Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

5.24 αὐτίκα πρὸς τῶν ποιητῶν τυφλὸς ἐκ γενετῆς κηρύττεται· καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἠλέκτορα εἶδεν, φησὶν ὁ Χαλκιδεὺς Εὐφορίων. κακὸν οὖν ἦν τι παίδευμα εἰς εὐανδρίαν ὁ πλοῦτος ἀνθρώποισιν αἵ τ’ ἄγαν τρυφαί, ἐν τῷ Ἀλεξάνδρῳ ὁ Εὐριπίδης πεποίηκεν. εἴρηταί γε· ἡ πενία σοφίαν ἔλαχε διὰ τὸ συγγενές. ἁ φιλοχρηματία δὲ οὐ Σπάρταν μόνον, ἀλλὰ καὶ πᾶσαν πόλιν ἕλοι ἄν. οὔκουν μόνον τοῦτο νόμισμα λευκὸς ἄργυρος ἢ χρυσός ἐστιν, ἀλλὰ καὶ ἡ ἀρετὴ βροτοῖς, ὥς φησιν ὁ Σοφοκλῆς.
6.25 Ὁ σωτὴρ ἡμῶν ὁ ἅγιος καὶ ἐπὶ τῶν πνευματικῶν καὶ ἐπὶ τῶν αἰσθητῶν τὴν πενίαν καὶ τὸν πλοῦτον καὶ τὰ τούτοις ὅμοια ἔταξεν· εἰπὼν γὰρ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης σαφῶς ἡμᾶς διδάσκει ἐν πάσῃ περιστάσει τὸν μάρτυρα ζητεῖν· ὃς ἐὰν πτωχὸς ᾖ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην ἀγαθὸν εἶναι ἣν ἠγάπησεν, κἂν πεινῇ κἂν διψῇ διὰ δικαιοσύνην, μαρτυρεῖ δικαιοσύνην τὸ ἄριστον τυγχάνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme