Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

26.169 ἄλλος δ’ αὖ προφήτης φησίν· ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, τὴν σύνεσιν ἀκοὴν εἰπών, καὶ οὐρανὸν τὴν τοῦ γνωστικοῦ ψυχὴν τὴν οὐρανοῦ καὶ τῶν θείων θέαν ἐπανῃρημένου καὶ ταύτῃ Ἰσραηλίτην γεγονέναι· ἔμπαλιν γὰρ αὖ τὸν ἑλόμενον τὴν ἀμαθίαν καὶ τὴν σκληροκαρδίαν γῆν εἴρηκεν καὶ τὸ ἐνωτίζου ἀπὸ τῶν ὀργάνων τῆς ἀκοῆς τῶν ὤτων προσηγόρευσεν, τὰ σαρκικὰ τοῖς προσανέχουσι τοῖς αἰσθητοῖς ἀπονείμας. οὗτοί εἰσι περὶ ὧν Μιχαίας ὁ προφήτης λέγει· ἀκούσατε λαοὶ λόγον κυρίου οἱ συνοικοῦντες ὀδύναις. καὶ ὁ Ἀβραὰμ μηδαμῶς, εἶπεν, κύριε, ὁ κρίνων τὴν γῆν, ἐπεὶ ὁ ἀπιστήσας κατὰ τὴν σωτήριον φωνὴν ἤδη κέκριται.
26.170 γέγραπται δὲ κἀν ταῖς Βασιλείαις ἡ κρίσις καὶ ἡ ἀπόφασις τοῦ κυρίου ὧδε ἔχουσα· δικαίων εἰσακούει ὁ θεός, ἀσεβεῖς δὲ οὐ σῴζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν θεόν· ἄτοπα γὰρ οὐ συντελέσει ὁ παντοκράτωρ. τί πρὸς ταύτην ἔτι φθέγγονται τὴν φωνὴν αἱ αἱρέσεις, ἀγαθὸν θεὸν τὸν παντοκράτορα κηρυττούσης τῆς γραφῆς καὶ ἀναίτιον κακίας τε καὶ ἀδικίας, εἴ γε ἡ μὲν ἄγνοια διὰ τὸ μὴ γινώσκειν φύεται, ὁ θεὸς δὲ οὐδὲν ἄτοπον ποιεῖ; οὗτος γάρ ἐστι, φησίν, ὁ θεὸς ἡμῶν καὶ οὐκ ἔστι πλὴν αὐτοῦ σῴζων· οὐδὲ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ κατὰ τὸν ἀπόστολον. σαφῶς δὲ ἔτι ὁ προφήτης τὴν βουλήν τοῦ θεοῦ καὶ τὴν προκοπὴν τὴν γνωστικὴν διὰ τούτων διδάσκει· καὶ νῦν, Ἰσραήλ, τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ, ἀλλ’ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν αὐτῷ μόνῳ; τοῦτο αἰτεῖται παρὰ σοῦ, τοῦ τὴν ἐξουσίαν ἔχοντος ἑλέσθαι τὴν σωτηρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme