Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

26.167 ὅθεν ἐπήγαγεν· διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια. ἄγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα· εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ’ οὐρανόν· καὶ τὸν μελοποιὸν ᾄδοντα· ψυχαὶ δ’ ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν, εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι, μολπαῖς μάκαρα μέγαν ἀείδους̓ ἐν ὕμνοις· οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ’ ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ καὶ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται.
26.168 Εἰκότως οὖν γνώσεως ἐπήβολος ὁ Ἰὼβ γενόμενος νῦν οἶδα εἶπεν ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. τίς γὰρ ἀπαγγέλλει μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην; ἐγὼ δὲ ἐφαύλισα ἐμαυτὸν ἡγησάμενος ἐμαυτὸν εἶναι γῆν καὶ σποδόν. ὁ γὰρ ἐν ἀγνοίᾳ ὢν ἁμαρτητικός τέ ἐστι καὶ γῆ καὶ σποδός, ὁ δ’ ἐν γνώσει καθεστώς, ἐξομοιούμενος θεῷ εἰς ὅσον δύναται, ἤδη πνευματικὸς καὶ διὰ τοῦτο ἐκλεκτός. ὅτι δὲ τοὺς ἀνοήτους καὶ ἀπειθεῖς γῆν καλεῖ ἡ γραφή, σαφὲς ποιήσει Ἱερεμίας ὁ προφήτης κατὰ Ἰωακεὶμ καὶ τῶν ἀδελφῶν αὐτοῦ λέγων· γῆ γῆ, ἄκουε λόγον κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme