Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

26.166 Ὅσα δὲ τριττὰ εἶναι ἀγαθὰ οἱ Περιπατητικοὶ θέλουσι, χρῆται αὐτοῖς, ἀλλὰ καὶ τῷ σώματι, ὥς τις μακρὰν στελλόμενος ἀποδημίαν πανδοχείοις καὶ ταῖς παρ’ ὁδὸν οἰκήσεσιν, ἐπιμελούμενος μὲν καὶ κοσμῶν τὸν τόπον ἔνθα καταλύει, ἀπολείπων δὲ τὴν οἴκησιν καὶ τὴν κτῆσιν καθάπερ καὶ τὴν χρῆσιν ἀπροσπαθῶς, προθύμως τῷ ἀπάγοντι τοῦ βίου συνεπόμενος, οὐδαμῶς ὀπίσω κατ’ οὐδεμίαν ἀφορμὴν ἐπιστρεφόμενος, εὐχαριστήσας μὲν ἐπὶ τῇ παροικίᾳ, εὐλογῶν δὲ δὲ ἐπὶ τῇ ἐξόδῳ, τὴν μονὴν ἀσπαζόμενος τὴν ἐν οὐρανῷ. οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους, ὡς ὁ ἀπόστολός φησιν. εὐδοκοῦμεν δὲ μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν θεόν. ἐν συγκρίσει δὲ τὸ μᾶλλον, ἡ δὲ σύγκρισις ἐπὶ τῶν καθ’ ὁμοίωσιν ὑποπιπτόντων, ὡς ὁ ἀνδρειότερος ἀνδρείων ἀνδρειότερος, δειλῶν δὲ ἀνδρειότατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme