Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

25.155 Ὄλβιος ὅστις τῆς ἱστορίας ἔσχε μάθησιν, μήτε πολιτῶν ἐπὶ πημοσύνην μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν, ἀλλ’ ἀθανάτου καθορῶν φύσεως κόσμον ἀγήρω, πῇ τε συνέστη καὶ † ὅπῃ καὶ ὅπως. τοῖς δὲ τοιούτοις οὐδέποτ’ αἰσχρῶν ἔργων μελέτημα προσίζει. εἰκότως οὖν καὶ Πλάτων τὸν τῶν ἰδεῶν θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζήσεσθαί φησι· νοῦς δὲ χώρα ἰδεῶν, νοῦς δὲ ὁ θεός. τὸν οὖν ἀοράτου θεοῦ θεωρητικὸν θεὸν ἐν ἀνθρώποις ζῶντα εἴρηκεν καὶ ἐν τῷ Σοφιστῇ δὲ τὸν Ἐλεάτην ξένον διαλεκτικὸν ὄντα ὁ Σωκράτης θεὸν ὠνόμασεν, οἵους τοὺς θεοὺς ξείνοισιν ἐοικότας ἀλλοδαποῖσιν ἐπιφοιτῶντας τοῖς ἄστεσιν . ὅταν γὰρ ψυχὴ γενέσεως ὑπεξαναβᾶσα καθ’ ἑαυτήν τε ᾖ καὶ ὁμιλῇ τοῖς εἴδεσιν, οἷός ἐστιν ὁ ἐν τῷ Θεαιτήτῳ κορυφαῖος, οἷον ἄγγελος ἤδη γενόμενος σὺν Χριστῷ τε ἔσται, θεωρητικὸς ὤν, ἀεὶ τὸ βούλημα τοῦ θεοῦ σκοπῶν, τῷ ὄντι οἶος πεπνυμένος, τοὶ δ’ ὡς σκιαὶ ἀίσσουσιν· νεκροὶ γὰρ τοὺς ἑαυτῶν θάπτουσι νεκρούς. ὅθεν Ἱερεμίας λέγει· πληρώσω αὐτὴν νεκρῶν γηγενῶν, οὓς ἔπαισεν ἡ ὀργή μου.
25.156 ὁ μὲν οὖν θεὸς ἀναπόδεικτος ὢν οὐκ ἔστιν ἐπιστημονικός, ὁ δὲ υἱὸς σοφία τέ ἐστι καὶ ἐπιστήμη καὶ ἀλήθεια καὶ ὅσα ἄλλα τούτῳ συγγενῆ, καὶ δὴ καὶ ἀπόδειξιν ἔχει καὶ διέξοδον. πᾶσαι δὲ αἱ δυνάμεις τοῦ πνεύματος συλλήβδην μὲν ἕν τι πρᾶγμα γενόμεναι συντελοῦσιν εἰς τὸ αὐτό, τὸν υἱόν, ἀπαρέμφατος δέ ἐστι τῆς περὶ ἑκάστης αὐτοῦ τῶν δυνάμεων ἐννοίας. καὶ δὴ οὐ γίνεται ἀτεχνῶς ἓν ὡς ἕν, οὐδὲ πολλὰ ὡς μέρη ὁ υἱός, ἀλλ’ ὡς πάντα ἕν. ἔνθεν καὶ πάντα· κύκλος γὰρ ὁ αὐτὸς πασῶν τῶν δυνάμεων εἰς ἓν εἰλουμένων καὶ ἑνουμένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme