Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 4

23.148 οὐδὲ μὴν ἡ τῶν αἰσθητῶν ἀποστροφὴ τὴν πρὸς τὰ νοητὰ οἰκείωσιν ἀκολούθως ποιοίη ἄν, ἔμπαλιν δὲ ἡ πρὸς τὰ νοητὰ οἰκείωσις κατὰ φύσιν περιαγωγὴ τῷ γνωστικῷ ἀπὸ τῶν αἰσθητῶν γίνεται κατ’ ἐκλογὴν τῶν καλῶν τἀγαθὸν ἑλομένῳ γνωστικῶς, θαυμάζοντι μὲν τὴν γένεσιν καὶ ἁγιάζοντι τὸν ποιητήν, ἁγιάζοντι δὲ τὴν πρὸς τὸ θεῖον ἐξομοίωσιν· αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι τῆς ἐπιθυμίας, φήσει, διὰ τὴν πρὸς σὲ οἰκείωσιν, κύριε. καλὴ γὰρ ἡ κτισθεῖσα δὴ οἰκονομία καὶ πάντα εὖ διοικεῖται, οὐδὲν ἀναιτίως γίνεται, ἐν τοῖς σοῖς εἶναί με δεῖ, παντοκράτορ· κἂν ἐνταῦθα ὦ, παρὰ σοί εἰμι· ἀδεὴς δ’ εἶναι θέλω, ἵνα σοὶ συνεγγίζειν δυνηθῶ, καὶ ὀλίγοις ἀρκεῖσθαι, μελετῶν τὴν σὴν ἐκλογὴν τὴν δικαίαν τῶν καλῶν ἀπὸ τῶν ὁμοίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme