Book 4
22.144
καὶ τοιαῦτα μὲν τὰ σκοτεινὰ δόγματα· εἰ δὲ καὶ ἐλπίδι τῆς ἐπὶ δικαίοις παρὰ τοῦ θεοῦ ἀμοιβῆς ἀφέξεταί τις τοῦ ἀδικεῖν, οὐδ’ οὗτος ἑκὼν χρηστεύσεται· ὡς γὰρ ἐκεῖνον ὁ φόβος, οὕτω τοῦτον ὁ μισθὸς δικαιοῖ, μᾶλλον δὲ δίκαιον εἶναι δοκεῖν δείκνυσι. τὴν δὲ ἐλπίδα τὴν μετὰ θάνατον οὐ μόνον οἱ τὴν βάρβαρον σοφίαν μετιόντες ἴσασι τοῖς μὲν ἀγαθοῖς καλήν, τοῖς δὲ φαύλοις ἔμπαλιν, ἀλλὰ καὶ οἱ Πυθαγόρειοι· τέλος γὰρ κἀκεῖνοι τὴν ἐλπίδα ὑπηγόρευον τοῖς φιλοσοφοῦσιν. ὅπου γε καὶ ὁ Σωκράτης ἐν Φαίδωνι μετὰ ἀγαθῆς ἐλπίδος φησὶ τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι, καὶ πάλιν τοὺς πονηροὺς κακίζων ἀντιτίθησι ζῶσι γὰρ μετὰ κακῆς ἐλπίδος λέγων. συνᾴδειν τούτῳ καὶ ὁ Ἡράκλειτος φαίνεται δἰ ὧν φησι περὶ τῶν ἀνθρώπων διαλεγόμενος· ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
22.145
Θείως οὖν ὁ Παῦλος Ῥωμαίοις ἄντικρυς ἐπιστέλλει· ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. δἰ ἐλπίδα μὲν γὰρ τὴν μέλλουσαν ἡ ὑπομονή· ἐλπὶς δὲ ὁμωνύμως καὶ ἡ τῆς ἐλπίδος ἀπόδοσίς τε καὶ ἀποκατάστασις, ἣ καὶ οὐ καταισχύνει μὴ ὀνειδιζομένη ἔτι. ὁ δὲ ψιλῇ κλήσει καθὸ κέκληται ὑπακούων οὔτε διὰ φόβον οὔτε διὰ ἡδονὰς ἐπὶ τὴν γνῶσιν ἵεται· οὐ γὰρ περισκέπτεται εἴ τι λυσιτελὲς ἔξωθεν ἕπεται κέρδος ἢ ἀπόλαυσις αὐτῷ, ἀγάπῃ δὲ τοῦ ὄντως ὄντος ἐραστοῦ ἑλκόμενος καὶ πρὸς τὸ δέον ἀγόμενος θεοσεβεῖ.