Book 4
1.1
Ἀκόλουθον δὴ οἶμαι περί τε μαρτυρίου διαλαβεῖν καὶ τίς ὁ τέλειος, οἷς ἐμπεριληφθήσεται κατὰ τὴν ἀπαίτησιν τῶν λεχθησομένων τὰ παρεπόμενα, καὶ ὡς ὁμοίως τεφιλοσοφητέον δούλῳ τε καὶ ἐλευθέρῳ κἂν ἀνὴρ ἢ γυνὴ τὸ γένος τυγχάνῃ· τά τε ἑξῆς περί τε πίστεως καὶ περὶ τοῦ ζητεῖν προσαποπληρώσαντες τὸ συμβολικὸν εἶδος παραθησόμεθα, ἵν’ ὡς ἐν ἐπιδρομῇ τὸν ἠθικὸν συμπερανάμενοι λόγον κεφαλαιωδῶς παραστήσωμεν τὴν εἰς Ἕλληνας ἐκ τῆς βαρβάρου φιλοσοφίας διαδοθεῖσαν ὠφέλειαν. μεθ’ ἣν ὑποτύπωσιν ἥ τε πρὸς τοὺς Ἕλληνας καὶ ἡ πρὸς τοὺς Ἰουδαίους κατ’ ἐπιτομὴν τῶν γραφῶν ἔκθεσις παραδοθήσεται καὶ ὅσα ἐν τοῖς πρὸ τούτου Στρωματεῦσι κατὰ τὴν τοῦ προοιμίου εἰσβολὴν ἐν ἑνὶ προθεμένοις τελειώσειν ὑπομνήματι τῷ πλήθει τῶν πραγμάτων ἀναγκαίως δουλεύσασι περιλαβεῖν οὐκ ἐξεγένετο.