Book 3
15.99
εὐνοῦχος τοίνυν οὐχ ὁ κατηναγκασμένος τὰ μόρια οὐδὲ μὴν ὁ ἄγαμος εἴρηται, ἀλλ’ ὁ ἄγονος ἀληθείας. ξύλον οὗτος ξηρὸν ἦν πρότερον, ὑπακούσας δὲ τῷ λόγῳ καὶ φυλάξας τὰ σάββατα κατὰ ἀποχὴν ἁμαρτημάτων καὶ ποιήσας τὰς ἐντολὰς ἐντιμότερος ἔσται τῶν ἄνευ πολιτείας ὀρθῆς λόγῳ μόνῳ παιδευομένων. τεκνία, φησίν, ὀλίγον ἔτι μεθ’ ὑμῶν εἰμι, ὁ διδάσκαλος. διὸ καὶ Παῦλος Γαλάταις ἐπιστέλλων φησί· τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. πάλιν τε αὖ Κορινθίοις γράφων ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ λέγει, ἀλλ’ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. διὰ τοῦτο οὐκ εἰσελεύσεται εὐνοῦχος εἰς ἐκκλησίαν θεοῦ, ὁ ἄγονος καὶ ἄκαρπος καὶ πολιτείᾳ καὶ λόγῳ, ἀλλ’ οἱ μὲν εὐνουχίσαντες ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας διὰ τὴν βασιλείαν τῶν οὐρανῶν μακάριοι οὗτοί εἰσιν οἱ τοῦ κόσμου νηστεύοντες.