Book 3
12.89
εἰ δὲ πορνείαν τὸν γάμον τολμᾷ τις λέγειν, πάλιν ἐπὶ τὸν νόμον καὶ τὸν κύριον ἀνατρέχων βλασφημεῖ. ὡς γὰρ ἡ πλεονεξία πορνεία λέγεται τῇ αὐταρκείᾳ ἐναντιουμένη, καὶ ὡς ἡ εἰδωλολατρεία ἐκ τοῦ ἑνὸς εἰς τοὺς πολλοὺς ἐπινέμησίς ἐστι θεούς, οὕτως ἡ πορνεία ἐκ τοῦ ἑνὸς γάμου εἰς τοὺς πολλούς ἐστιν ἔκπτωσις· τριχῶς γάρ, ὡς εἰρήκαμεν, ἥ τε πορνεία ἥ τε μοιχεία παρὰ τῷ ἀποστόλῳ λαμβάνεται. ἐπὶ τούτων ὁ προφήτης φησί· ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ πάλιν· κατεμιάνθης ἐν γῇ ἀλλοτρίᾳ, τὴν τε κοινωνίαν μιαρὰν ἡγούμενος τὴν ἀλλοτρίῳ σώματι συμπλακεῖσαν καὶ μὴ τῷ κατὰ συζυγίαν εἰς παιδοποιίαν διδομένῳ. ὅθεν καὶ ὁ ἀπόστολος βούλομαι οὖν φησὶ νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ.