Book 3
5.40
Ἵν’ οὖν μὴ ἐπὶ πλεῖον ὀνυχίζοντες τὸν τόπον πλειόνων ἀτόπων αἱρέσεων ἐπιμεμνώμεθα μηδ’ αὖ καθ’ ἑκάστην αὐτῶν λέγειν πρὸς ἑκάστην ἀναγκαζόμενοι αἰσχυνώμεθά τε ἐπ’ αὐτοῖς καὶ ἐπὶ μήκιστον τὰ ὑπομνήματα προάγωμεν, φέρε εἰς δύο διελόντες τάγματα ἁπάσας τὰς αἱρέσεις ἀποκρινώμεθα αὐτοῖς. ἢ γάρ τοι ἀδιαφόρως ζῆν διδάσκουσιν, ἢ τὸ ὑπέρτονον ᾄδουσαι ἐγκράτειαν διὰ δυσσεβείας καὶ φιλαπεχθημοσύνης καταγγέλλουσι. πρότερον δὲ περὶ τοῦ προτέρου διαληπτέον τμήματος. εἰ πάντα ἔξεστιν ἑλέσθαι βίον, δῆλον ὅτι καὶ τὸν μετ’ ἐγκρατείας, καὶ εἰ πᾶς βίος ἀκίνδυνος ἐκλεκτῷ, δῆλον ὅτι ὁ μετὰ ἀρετῆς καὶ σωφροσύνης πολὺ μᾶλλον ἀκίνδυνος· δοθείσης γὰρ ἐξουσίας τῷ κυρίῳ τοῦ σαββάτου, εἴπερ ἀκολάστως βιώσαι, ἀνεύθυνον εἶναι, πολλῷ μᾶλλον ὁ κοσμίως πολιτευσάμενος οὐχ ὑπεύθυνος ἔσται· πάντα μὲν γὰρ ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει, φησὶν ὁ ἀπόστολος. εἰ δὲ καὶ πάντα ἔξεστι, δῆλον ὅτι καὶ τὸ σωφρονεῖς.