Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 3

4.28 εἰς τὰ χαμαιτυπεῖα μὲν οὖν ἡ τοιάδε εἰσάγει κοινωνία καὶ δὴ συμμέτοχοι εἶεν ἂν αὐτοῖς οἱ σύες καὶ οἱ τράγοι, εἶεν δ’ ἂν ἐν ταῖς μείζοσι παρ’ αὐτοῖς ἐλπίσιν αἱ προεστῶσαι τοῦ τέγους πόρναι ἀνέδην εἰσδεχόμεναι τοὺς βουλομένους ἅπαντας. ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς τὰ κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθε δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας, κατὰ τὴν ἐξομοίωσιν τοῦ θείου. γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ὑμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία. καὶ γὰρ ἀπὸ τῆς φωνῆς ἁγνεύειν μελετᾶν διδάσκων ὁ ἀπόστολος γράφει· τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος καὶ τὰ ἑξῆς ἕως μᾶλλον δὲ καὶ ἐλέγχετε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme