Book 2
20.107
ὅθεν ἐπισκώπτοντες οἱ τραγῳδοποιοὶ ὀνειδιστικῶς ἐπεβόησαν αὐτῷ· σὺ δ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα. καὶ πάλιν· ἆρ’ εἰς τὸ κάλλος ἐκκεκώφηνται ξίφη; ἐγὼ δὲ ἀποδέχομαι τὸν Ἀντισθένη, τὴν Ἀφροδίτην λέγοντα κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς καὶ ἀγαθὰς γυναῖκας διέφθειρεν. τόν τε ἔρωτα κακίαν φησὶ φύσεως· ἧς ἥττους ὄντες οἱ κακοδαίμονες θεὸν τὴν νόσον καλοῦσιν. δείκνυται γὰρ διὰ τούτων ἡττᾶσθαι τοὺς ἀμαθεστέρους δἰ ἄγνοιαν ἡδονῆς, ἣν οὐ χρὴ προσίεσθαι, κἂν θεὸς λέγηται, τουτέστι κἂν θεόθεν ἐπὶ τὴν τῆς παιδοποιίας χρείαν δεδομένη τυγχάνῃ. καὶ ὁ Ξενοφῶν ἄντικρυς κακίαν λέγων τὴν ἡδονήν φησιν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν οἶσθα, ἢ τί καλὸν σκοπεῖς; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, καὶ ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη· ἵνα δὲ ἡδέως πίνῃς, οἴνους πολυτελεῖς παρασκευάζῃ, καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς· ἵνα δὲ κατακοιμηθῇς ἡδέως, οὐ μόνον τὰς κλίνας μαλθακάς, ἀλλὰ καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ.