Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

16.74 ὁ θεὸς δὲ οὐδεμίαν ἔχει πρὸς ἡμᾶς φυσικὴν σχέσιν, ὡς οἱ τῶν αἱρέσεων κτίσται θέλουσιν, (οὔτ’ εἰ ἐκ μὴ ὄντων ποιοίη οὔτ’ εἰ ἐξ ὕλης δημιουργοίη, ἐπεὶ τὸ μὲν οὐδ’ ὅλως ὄν, ἥ δὲ κατὰ πάντα ἑτέρα τυγχάνει τοῦ θεοῦ) εἰ μή τις μέρος αὐτοῦ καὶ ὁμοουσίους ἡμᾶς τῷ τολμήσει λέγειν· καὶ οὐκ οἶδ’ ὅπως ἀνέξεταί τις ἐπαΐων τούτου θεὸν ἐγνωκώς, ἀπιδὼν εἰς τὸν βίον τὸν ἡμέτερον, ἐν ὅσοις φυρόμεθα κακοῖς. εἴη γὰρ ἂν οὕτως, ὃ μηδ’ εἰπεῖν θέμις, μερικῶς ἁμαρτάνων ὁ θεός, εἴ γε τὰ μέρη τοῦ ὅλου μέρη καὶ συμπληρωτικὰ τοῦ ὅλου, εἰ δὲ μὴ συμπληρωτικά. οὐδὲ μέρη εἴη ἄν. ἀλλὰ γὰρ φύσει πλούσιος ὤν ὁ θεὸς ἐν ἐλέῳ διὰ τὴν αὐτοῦ ἀγαθότητα κήδεται ἡμῶν μήτε μορίων ὄντων αὐτοῦ μήτε φύσει τέκνων.
16.75 καὶ δὴ ἡ μεγίστη τῆς τοῦ θεοῦ ἀγαθότητος ἔνδειξις αὕτη τυγχάνει, ὅτι οὕτως ἐχόντων ἡμῶν πρὸς αὐτὸν καὶ φύσει ἀπηλλοτριωμένων παντελῶς ὅμως κήδεται. φυσικὴ μὲν γὰρ ἡ πρὸς τὰ τέκνα φιλοστοργία τοῖς ζῴοις ἥ τε ἐκ συνηθείας τοῖς ὁμογνώμοσι φιλία, θεοῦ δὲ ὁ ἔλεος εἰς ἡμᾶς πλούσιος τοὺς κατὰ μηδὲν αὐτῷ προσήκοντας, τῇ οὐσίᾳ ἡμῶν λέγω ἢ φύσει ἢ δυνάμει τῇ οἰκείᾳ τῆς οὐσίας ἡμῶν, μόνῳ δὲ τῷ ἔργον εἶναι τοῦ θελήματος αὐτοῦ· καὶ δὴ τὸν ἑκόντα μετὰ ἀσκήσεως καὶ διδασκαλίας τὴν γνῶσιν τῆς ἀληθείας ἐπανῃρημένον εἰς υἱοθεσίαν καλεῖ, τὴν μεγίστην πασῶν προκοπήν. παρανομίαι δὲ ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται, καὶ ἔστιν ὁ θεὸς ἀναίτιος· καὶ τῷ ὄντι μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δἰ εὐλάβειαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme