Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

2.5 ἡ μὲν οὖν βάρβαρος φιλοσοφία, ἣν μεθέπομεν ἡμεῖς, τελεία τῷ ὄντι καὶ ἀληθής. φησὶ γοῦν ἐν τῇ Σοφίᾳ· αὐτὸς γάρ μοι δέδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ τὰ ἑξῆς ἕως καὶ δυνάμεις ῥιζῶν. ἐν τούτοις ἅπασι τὴν φυσικὴν ἐμπεριείληφε θεωρίαν τὴν κατὰ τὸν αἰσθητὸν κόσμον ἁπάντων τῶν γεγονότων. ἑξῆς δὲ καὶ περὶ τῶν νοητῶν αἰνίττεται δἰ ὧν ἐπάγει· ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία. ἔχεις ἐν βραχεῖ τὸ ἐπάγγελμα τῆς καθ’ ἡμᾶς φιλοσοφίας. ἀνάγει δὲ ἡ τούτων μάθησις, μετὰ ὀρθῆς πολιτείας ἀσκηθεῖσα, διὰ τῆς πάντων τεχνίτιδος σοφίας ἐπὶ τὸν ἡγεμόνα τοῦ παντός, δυσάλωτόν τι χρῆμα καὶ δυσθήρατον, ἐξαναχωροῦν ἀεὶ καὶ πόρρω ἀφιστάμενον τοῦ διώκοντος. ὁ δὲ αὐτὸς μακρὰν ὢν ἐγγυτάτω βέβηκεν, θαῦμα ἄρρητον· θεὸς ἐγγίζων ἐγώ, φησὶ κύριος· πόρρω μὲν κατ’ οὐσίαν (πῶς γὰρ ἂν συνεγγίσαι ποτὲ τὸ γεννητὸν ἀγεννήτῳ;), ἐγγυτάτω δὲ δυνάμει, ᾗ τὰ πάντα ἐγκεκόλπισται. εἰ ποιήσει τις κρύφα, φησί, τι, καὶ οὐκ ἐπόψομαι αὐτόν; καὶ δὴ πάρεστιν ἀεὶ τῇ τε ἐποπτικῇ τε εὐεργετικῇ τῇ τε παιδευτικῇ ἁπτομένη ἡμῶν δυνάμει δύναμις τοῦ θεοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme