Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

2.4 Ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου, αἱ Παροιμίαι λέγουσιν, ἐν πάσαις δὲ ὁδοῖς γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. βούλεται μὲν γὰρ διὰ τούτων δεῖξαι ἀκόλουθα δεῖν γενέσθαι τῷ λόγῳ τὰ ἔργα, ἤδη δὲ ἐμφαίνειν χρῆναι τὸ ἐξ ἁπάσης παιδείας χρήσιμον ἐκλεγομένους ἡμᾶς ἔχειν. αἱ δὴ ὁδοὶ σοφίας ποικίλαι ὀρθοτομεῖν ἐπὶ τὴν ὁδὸν τῆς ἀληθείας, ὁδὸς δὲ ἡ πίστις· ὁ δὲ πούς σου μὴ προσκοπτέτω, λέγει περί τινων ἐναντιοῦσθαι δοκούντων τῆ μιᾷ καὶ θείᾳ τῇ προνοητικῇ διοικήσει. ὅθεν ἐπάγει· μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, κατὰ τοὺς ἀθέους λογισμοὺς τοὺς ἀντιστασιώδεις τῇ οἰκονομίᾳ τοῦ θεοῦ, φοβοῦ δὲ τὸν μόνον δυνατὸν θεόν, ᾧ ἕπεται μηδὲν ἀντικεῖσθαι τῷ θεῷ. ἄλλως τε καὶ ἡ ἐπαγωγὴ διδάσκει σαφῶς, ὅτι ὁ θεῖος φόβος ἔκκλισίς ἐστι κακοῦ. φησὶ γάρ· καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ. αὕτη παιδεία σοφίας· ὃν γάρ ἀγαπᾷ κύριος παιδεύει, ἀλγεῖν μὲν ποιῶν εἰς σύνεσιν, ἀποκαθιστὰς δὲ εἰς εἰρήνην καὶ ἀφθαρσίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme