Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

7.33 εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἄπο τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν. εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός. ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme