Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

20.124 εὖ γοῦν ἡ τραγῳδία ἐπὶ τοῦ Ἅιδου γράφει· πρὸς δ’ οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, † ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν ᾔδει, μόνον δ’ ἔστεργε τὴν ἁπλῶς δίκην. καὶ γὰρ εἰ μηδέπω ποιεῖν τὰ μὴ προσταττόμενα ὑπὸ τοῦ νόμου οἷοί τέ ἐστε, ἀλλά τοι συνορῶντες, ὡς ὑποδείγματα ἡμῖν ἔκκειται κάλλιστα ἐν αὐτῷ, τρέφειν καὶ αὔξειν τὸν ἔρωτα τῆς ἐλευθερίας δυνάμεθα· καὶ τῇδε ὠφελοίμεθ’ ἄν, κατὰ δύναμιν προθυμότερον τὰ μὲν προκαλούμενοι, τὰ δὲ μιμούμενοι, τὰ δὲ καὶ δυσωπούμενοι. οὔτε γὰρ οἱ παλαιοὶ δίκαιοι κατὰ νόμον βιώσαντες ἀπὸ δρυὸς ἦσαν παλαιφάτου οὐδ’ ἀπὸ πέτρης. τῷ γοῦν βουληθῆναι γνησίως φιλοσοφεῖν ὅλους αὑτοὺς φέροντες ἀνέθεσαν τῷ θεῷ καὶ εἰς πίστιν ἐλογίσθη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme