Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

20.119 εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφὴν προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. οὔτε γὰρ ἐνέργεια οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡ ἡδονή, ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἄλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. ἣ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα † πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ, ἣ καὶ τὸν Ἐπίκουρον τέλος εἶναι τοῦ φιλοσόφου ἀνέπεισε θέσθαι τήν ἡδονήν, θειάζει γοῦν σαρκὸς εὐσταθὲς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. τί γὰρ ἕτερον ἡ τρυφὴ ἢ φιλήδονος λιχνεία καὶ πλεονασμὸς περίεργος πρὸς ἡδυπάθειαν ἀνειμένων; ἐμφαντικῶς ὁ Διογένης ἔν τινι τραγῳδίᾳ γράφει· οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης τρυφῆς ὑφ’ ἡδοναῖσι σαχθέντες κέαρ πονεῖν θέλοντες οὐδὲ βαιά. καὶ τὰ ἐπὶ τούτοις ὅσα αἰσχρῶς μὲν εἴρηται. ἐπαξίως δὲ τῶν φιληδόνων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme