Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 2

3.10 Ἐνταῦθα φυσικὴν ἡγοῦνται τὴν πίστιν οἱ ἀμφὶ τὸν Βασιλείδην, καθὸ καὶ ἐπὶ τῆς ἐκλογῆς τάττουσιν αὐτήν, τὰ μαθήματα ἀναποδείκτως εὑρίσκουσαν καταλήψει νοητικῇ. οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὴν μὲν πίστιν τοῖς ἁπλοῖς ἀπονείμαντες ἡμῖν, αὑτοῖς δὲ τὴν γνῶσιν, τοῖς φύσει σῳζομένοις κατὰ τὴν τοῦ διαφέροντος πλεονεξίαν σπέρματος ἐνυπάρχειν βούλονται, μακρῷ δὴ κεχωρισμένην πίστεως, ᾗ τὸ πνευματικὸν τοῦ ψυχικοῦ, λέγοντες. ἔτι φασὶν οἱ ἀπὸ Βασιλείδου πίστιν ἅμα καὶ ἐκλογὴν οἰκείαν εἶναι καθ’ ἕκαστον διάστημα, κατ’ ἐπακολούθημα δ’ αὖ τῆς ἐκλογῆς τῆς ὑπερκοσμίου τὴν κοσμικὴν ἁπάσης φύσεως συνέπεσθαι πίστιν κατάλληλόν τε εἶναι τῇ ἑκάστου ἐλπίδι καὶ τῆς πίστεως τὴν δωρεάν.
3.11 οὐκέτ’ οὖν προαιρέσεως κατόρθωμα ἡ πίστις, εἰ φύσεως πλεονέκτημα, οὐδὲ ἀμοιβῆς δικαίας τεύξεται ἀναίτιος ὢν ὁ μὴ πιστεύσας, καὶ οὐκ αἴτιος ὁ πιστεύσας, πᾶσα δὲ ἡ τῆς πίστεως καὶ ἀπιστίας ἰδιότης καὶ διαφορότης οὔτ’ ἐπαίνῳ οὔτε μὴν ψόγῳ ὑποπέσοι ἂν ὀρθῶς λογιζομένοις, προηγουμένην ἔχουσα τὴν ἐκ τοῦ τὰ πάντα δυνατοῦ φυσικὴν ἀνάγκην γενομένην· νευροσπαστουμένων δὲ ἡμῶν ἀψύχων δίκην φυσικαῖς ἐνεργείαις τό τε ἑκούσιον καὶ τὸ ἀκούσιον παρέλκει ὁρμή τε ἡ προκαθηγουμένη τούτων. καὶ οὐκέτι ἔγωγε ἐννοῶ ζῷον τοῦτο, οὗ τὸ ὁρμητικὸν ἀνάγκην λέλογχεν ὑπὸ τῆς ἔξωθεν αἰτίας κινούμενον. ποῦ δὲ ἔτι ἡ τοῦ ποτὲ ἀπίστου μετάνοια, δἰ ἣν ἄφεσις ἁμαρτιῶν; ὥστε οὐδὲ βάπτισμα ἔτι εὔλογον οὐδὲ μακαρία σφραγὶς οὐδὲ ὁ υἱὸς οὐδὲ ὁ πατήρ· ἀλλὰ θεός, οἶμαι, ἡ τῶν φύσεων αὐτοῖς εὑρίσκεται διανομή, τὸν θεμέλιον τῆς σωτηρίας, τὴν ἑκούσιον πίστιν, οὐκ ἔχουσα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme