Book 1
15.66
οἵδε μὲν οἱ χρόνοι τῶν παρ’ Ἕλλησι πρεσβυτάτων σοφῶν τε καὶ φιλοσόφων. ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δεῖ καὶ λέγειν, εἰ γε Τυρρηνὸς ἢ Τύριος ὁ Πυθαγόρας ἐδείκνυτο, Ἀντισθένης δὲ Φρὺξ ἦν καὶ Ὀρφεὺς Οδρύσης ἢ Θρᾷξ; Ὅμηρον γὰρ οἱ πλεῖστοι Αἰγύπτιον φαίνουσιν. Θαλῆς δὲ Φοῖνιξ ὢν τὸ γένος καὶ τοῖς Αἰγυπτίων προφήταις συμβεβληκέναι εἴρηται, καθάπερ καὶ ὁ Πυθαγόρας αὐτοῖς γε τούτοις, δἰ οὓς καὶ περιετέμετο, ἵνα δὴ καὶ εἰς τὰ ἄδυτα κατελθὼν τὴν μυστικὴν παρ’ Αἰγυπτίων ἐκμάθοι φιλοσοφίαν, Χαλδαίων τε καὶ Μάγων τοῖς ἀρίστοις συνεγένετο καὶ τὴν ἐκκλησίαν τὴν νῦν οὕτω καλουμένην τὸ παρ’ αὐτῷ ὁμακοεῖον αἰνίττεται. Πλάτων δὲ οὐκ ἀρνεῖται τὰ κάλλιστα εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων ἐμπορεύεσθαι εἴς τε Αἴγυπτον ἀφικέσθαι ὁμολογεῖ. δύνασθαι γοῦν ἐν τῷ Φαίδωνί φησι πανταχόθεν τὸν φιλόσοφον ὠφελεῖσθαι γράφων· πολλὴ μὲν ἡ Ἑλλάς, ἔφη, ὦ Κέβης, ἦ δ’ ὅς, ἐν ᾗ εἰσι πάμπαν ἀγαθοὶ ἄνδρες, πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη.