Book 1
12.55
Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῶ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν τὴν ἐν μυστηρίῳ λαλουμένην σοφίαν, ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μόνον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἁγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθέκται εἶναι πειρώμεθα. ταῦτα ἦν ἐμποδὼν τοῦ γράφειν ἐμοί, καὶ νῦν ἔτι εὐλαβῶς ἔχω, ᾗ φησιν, ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας βάλλειν, μή ποτε καταπατήσωσι τοῖς ποσὶ καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. χαλεπὸν γὰρ τοὺς περὶ τοῦ ἀληθινοῦ φωτὸς καθαροὺς ὄντως καὶ διαυγεῖς ἐπιδεῖξαι λόγους ἀκροατῶν τοῖς ὑώδεσί τε καὶ ἀπαιδεύτοις· σχεδὸν γὰρ οὐκ ἔστι τούτων πρὸς τοὺς πολλοὺς καταγελαστότερα ἀκούσματα, οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα.