Book 1
11.53
διὰ τοῦτο προσεύχομαι, φησίν, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα· ἐπεὶ ὅτε ἦμεν νήπιοι, φησὶν ὁ αὐτὸς ἀπόστολος, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. ὁ δὲ νήπιος, κἂν κληρονόμος ᾖ, οὐδὲν δούλου διαφέρει ἄχρι τῆς προθεσμίας τοῦ πατρός. νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθῶσιν. εἰ γὰρ οὐ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας, ἀλλὰ γοῦν σπέρμα ἐστὶν Ἀβραάμ, τὸ μὴ ἐξ ἐπαγγελίας τὸ ἴδιον εἰληφὸς δωρεάν. τελείων δέ ἐστιν ἡ στερεὰ τροφή τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος ὤν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγου καθ’ ὅν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὑτῷ. πάντα δὲ δοκιμάζετε, ὁ ἀπόστολός φησι, καὶ τὸ καλὸν κατέχετε, τοῖς πνευματικοῖς λέγων τοῖς ἀνακρίνουσι πάντα κατὰ ἀλήθειαν τὰ λεγόμενα, πότερον δοκεῖ ἢ ὄντως ἔχεται τῆς ἀληθείας.