Book 1
10.47
ὡς δὲ τὸ εὖ πάσχειν περιαιρεῖται, ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν, οὕτως ἡ ὑπακοὴ καὶ πίστις ἀναιρεῖται μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων. νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων. τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι καὶ κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ’ ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο. παντὸς γὰρ μᾶλλον ἀληθὴς ὁ ψαλμὸς ἐκεῖνος· ὁ δίκαιος ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας. τίνας δὴ σοφοὺς λέγει; ἄκουσον ἐκ τῆς σοφίας Ἰησοῦ· οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη. ταύτην δὴ λέγει, ἥν ἐπενόησαν τέχναι λεκτικαί τε καὶ διαλεκτικαί. ζητήσεις οὖν σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις. κἂν πύθῃ πάλιν· ποίαν ταύτην; στόμα δικαίου φήσει σοι ἀποστάξει σοφίαν. σοφία δὲ ὁμωνύμως τῇ ἀληθείᾳ ἡ σοφιστικὴ λέγεται τέχνη.