Book 1
10.46
Διὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησεν· εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικῶς, καὶ τὰς γραφὰς ἐπιγνόντες πολιτευσώμεθα καθ’ ὑπακοήν. καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (ἡ γὰρ διαβολὴ ξίφους διάκονος, καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί· ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἱ λόγῳ ἀγαθῷ κεχρημένοι συνεγγίζουσι τοῖς τὰ καλὰ τῶν ἔργων ἐπιτελοῦσιν. ἀνακτᾶται γοῦν καὶ ὁ λόγος τὴν ψυχὴν καὶ ἐπὶ καλοκἀγαθίαν προτρέπει· μακάριος δὲ ὁ περιδέξιος. οὔτ’ οὖν βλασφημητέος ὁ εὐποιητικὸς πρὸς τοῦ εὖ λέγειν δυναμένου οὐδὲ μὴν κακιστέος ὁ οἷός τε εὖ λέγειν πρὸς τοῦ εὖ ποιεῖν ἐπιτηδείου· πρὸς δὲ ὃ ἑκάτερος πέφυκεν ἐνεργούντων. ὃ δ’ οὖν τὸ ἔργον δείκνυσιν, τοῦτο ἅτερος λαλεῖ, οἷον ἑτοιμάζων τῇ εὐποιίᾳ τὴν ὁδὸν καὶ ἐπὶ τὴν εὐεργεσίαν ἄγων τοὺς ἀκούοντας. ἔστι γὰρ καὶ σωτήριος λόγος ὡς καὶ ἔργον σωτήριον. ἡ δικαιοσύνη γοῦν οὐ χωρὶς λόγου συνίσταται.