Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

6.36 Εὖ γοῦν καὶ Ἀνάξαρχος ὁ Εὐδαιμονικὸς ἐν τῷ περὶ βασιλείας γράφει· πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχοντα· ὠφελέει μὲν τὸν δεξιὸν ὄντα, βλάπτει δὲ τὸν ῥηιδίως φωνέοντα πᾶν ἔπος καὶ ἐν παντὶ δήμῳ. χρὴ δὲ καιροῦ μέτρα εἰδέναι· σοφίης γὰρ οὗτος ὅρος. ὅσοι δὲ καὶ θύρησιν ἀείδουσιν, κἤν πῃ † πεπνυμένην ἀείδωσιν, οὐ † τιθέμενοι ἐν σοφίῃ, γνώμην δ’ ἔχουσι μωρίης. καὶ Ἡσίοδος· Μουσάων, αἵτ’ ἄνδρα πολυφραδέοντα τιθεῖσι θέσπιον, αὐδήεντα· εὔπορον μὲν γὰρ ἐν λόγοις τὸν πολυφράδμονα λέγει, δεινὸν δὲ τὸν αὐδήεντα, καὶ θέσπιον τὸν ἔμπειρον καὶ φιλόσοφον καὶ τῆς ἀληθείας ἐπιστήμονα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme