Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

29.180 Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύς· ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ’ ἡντινοῦν ἐν ταῖς ψυχαῖς ἔχοντες δἰ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν, γέρων δὲ Ἑλλήνων οὐκ ἔστιν οὐδείς· γέροντας, οἶμαι, εἰπὼν τοὺς τὰ πρεσβύτερα, τουτέστι τὰ ἡμέτερα, εἰδότας, ὡς ἔμπαλιν νέους τοὺς τὰ νεώτερα καὶ ὑπὸ Ἑλλήνων ἐπιτετηδευμένα, τὰ χθὲς καὶ πρῴην γενόμενα, ὡς παλαιὰ καὶ ἀρχαῖα ἱστοροῦντας. ἐπήγαγεν οὖν μάθημα χρόνῳ πολιόν, κατὰ βαρβαρικόν τινα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορᾷ. ἀτεχνῶς γοῦν οἱ εὐγνώμονες ὅλῳ τῷ πλάσματι τῷ τῆς ἑρμηνείας προσίασιν· ἐπὶ δὲ τῶν Ἑλλήνων φησὶ τὴν οἴησιν αὐτῶν παίδων βραχύ τι διαφέρειν μύθων· οὐ γὰρ μύθων παιδικῶν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων μύθων· παῖδας δὲ εἴρηκεν αὐτούς γε τοὺς μύθους, ὡς ἂν μικρὸν διορώντων τῶν παρ’ Ἕλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτην ἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μῦθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme